Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Greek NT Nestle-Aland 27
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Greek NT Nestle-Aland 27, Acts 15

1   και τινες κατελθοντες απο της ιουδαιας εδιδασκον τους αδελφους οτι εαν μη περιτμηθητε τω εθει τω μωυσεως ου δυνασθε σωθηναι

2   γενομενης δε στασεως και ζητησεως ουκ ολιγης τω παυλω και τω βαρναβα προς αυτους εταξαν αναβαινειν παυλον και βαρναβαν και τινας αλλους εξ αυτων προς τους αποστολους και πρεσβυτερους εις ιερουσαλημ περι του ζητηματος τουτου

3   οι μεν ουν προπεμφθεντες υπο της εκκλησιας διηρχοντο την τε φοινικην και σαμαρειαν εκδιηγουμενοι την επιστροφην των εθνων και εποιουν χαραν μεγαλην πασιν τοις αδελφοις

4   παραγενομενοι δε εις ιερουσαλημ παρεδεχθησαν απο της εκκλησιας και των αποστολων και των πρεσβυτερων ανηγγειλαν τε οσα ο θεος εποιησεν μετ αυτων

5   εξανεστησαν δε τινες των απο της αιρεσεως των φαρισαιων πεπιστευκοτες λεγοντες οτι δει περιτεμνειν αυτους παραγγελλειν τε τηρειν τον νομον μωυσεως

6   συνηχθησαν τε οι αποστολοι και οι πρεσβυτεροι ιδειν περι του λογου τουτου

7   πολλης δε ζητησεως γενομενης αναστας πετρος ειπεν προς αυτους ανδρες αδελφοι υμεις επιστασθε οτι αφ ημερων αρχαιων εν υμιν εξελεξατο ο θεος δια του στοματος μου ακουσαι τα εθνη τον λογον του ευαγγελιου και πιστευσαι

8   και ο καρδιογνωστης θεος εμαρτυρησεν αυτοις δους το πνευμα το αγιον καθως και ημιν

9   και ουθεν διεκρινεν μεταξυ ημων τε και αυτων τη πιστει καθαρισας τας καρδιας αυτων

10  νυν ουν τι πειραζετε τον θεον επιθειναι ζυγον επι τον τραχηλον των μαθητων ον ουτε οι πατερες ημων ουτε ημεις ισχυσαμεν βαστασαι

11  αλλα δια της χαριτος του κυριου ιησου πιστευομεν σωθηναι καθ ον τροπον κακεινοι

12  εσιγησεν δε παν το πληθος και ηκουον βαρναβα και παυλου εξηγουμενων οσα εποιησεν ο θεος σημεια και τερατα εν τοις εθνεσιν δι αυτων

13  μετα δε το σιγησαι αυτους απεκριθη ιακωβος λεγων ανδρες αδελφοι ακουσατε μου

14  συμεων εξηγησατο καθως πρωτον ο θεος επεσκεψατο λαβειν εξ εθνων λαον τω ονοματι αυτου

15  και τουτω συμφωνουσιν οι λογοι των προφητων καθως γεγραπται

16  μετα ταυτα αναστρεψω και ανοικοδομησω την σκηνην δαυιδ την πεπτωκυιαν και τα κατεσκαμμενα αυτης ανοικοδομησω και ανορθωσω αυτην

17  οπως αν εκζητησωσιν οι καταλοιποι των ανθρωπων τον κυριον και παντα τα εθνη εφ ους επικεκληται το ονομα μου επ αυτους λεγει κυριος ποιων ταυτα

18  γνωστα απ αιωνος

19  διο εγω κρινω μη παρενοχλειν τοις απο των εθνων επιστρεφουσιν επι τον θεον

20  αλλα επιστειλαι αυτοις του απεχεσθαι των αλισγηματων των ειδωλων και της πορνειας και του πνικτου και του αιματος

21  μωυσης γαρ εκ γενεων αρχαιων κατα πολιν τους κηρυσσοντας αυτον εχει εν ταις συναγωγαις κατα παν σαββατον αναγινωσκομενος

22  τοτε εδοξεν τοις αποστολοις και τοις πρεσβυτεροις συν ολη τη εκκλησια εκλεξαμενους ανδρας εξ αυτων πεμψαι εις αντιοχειαν συν τω παυλω και βαρναβα ιουδαν τον καλουμενον βαρσαββαν και σιλαν ανδρας ηγουμενους εν τοις αδελφοις

23  γραψαντες δια χειρος αυτων οι αποστολοι και οι πρεσβυτεροι αδελφοι τοις κατα την αντιοχειαν και συριαν και κιλικιαν αδελφοις τοις εξ εθνων χαιρειν

24  επειδη ηκουσαμεν οτι τινες εξ ημων [εξελθοντες] εταραξαν υμας λογοις ανασκευαζοντες τας ψυχας υμων οις ου διεστειλαμεθα

25  εδοξεν ημιν γενομενοις ομοθυμαδον εκλεξαμενοις ανδρας πεμψαι προς υμας συν τοις αγαπητοις ημων βαρναβα και παυλω

26  ανθρωποις παραδεδωκοσιν τας ψυχας αυτων υπερ του ονοματος του κυριου ημων ιησου χριστου

27  απεσταλκαμεν ουν ιουδαν και σιλαν και αυτους δια λογου απαγγελλοντας τα αυτα

28  εδοξεν γαρ τω πνευματι τω αγιω και ημιν μηδεν πλεον επιτιθεσθαι υμιν βαρος πλην τουτων των επαναγκες

29  απεχεσθαι ειδωλοθυτων και αιματος και πνικτων και πορνειας εξ ων διατηρουντες εαυτους ευ πραξετε ερρωσθε

30  οι μεν ουν απολυθεντες κατηλθον εις αντιοχειαν και συναγαγοντες το πληθος επεδωκαν την επιστολην

31  αναγνοντες δε εχαρησαν επι τη παρακλησει

32  ιουδας τε και σιλας και αυτοι προφηται οντες δια λογου πολλου παρεκαλεσαν τους αδελφους και επεστηριξαν

33  ποιησαντες δε χρονον απελυθησαν μετ ειρηνης απο των αδελφων προς τους αποστειλαντας αυτους 15:34

34  

35  παυλος δε και βαρναβας διετριβον εν αντιοχεια διδασκοντες και ευαγγελιζομενοι μετα και ετερων πολλων τον λογον του κυριου

36  μετα δε τινας ημερας ειπεν προς βαρναβαν παυλος επιστρεψαντες δη επισκεψωμεθα τους αδελφους κατα πολιν πασαν εν αις κατηγγειλαμεν τον λογον του κυριου πως εχουσιν

37  βαρναβας δε εβουλετο συμπαραλαβειν και τον ιωαννην τον καλουμενον μαρκον

38  παυλος δε ηξιου τον αποσταντα απ αυτων απο παμφυλιας και μη συνελθοντα αυτοις εις το εργον μη συμπαραλαμβανειν τουτον

39  εγενετο δε παροξυσμος ωστε αποχωρισθηναι αυτους απ αλληλων τον τε βαρναβαν παραλαβοντα τον μαρκον εκπλευσαι εις κυπρον

40  παυλος δε επιλεξαμενος σιλαν εξηλθεν παραδοθεις τη χαριτι του κυριου υπο των αδελφων

41  διηρχετο δε την συριαν και [την] κιλικιαν επιστηριζων τας εκκλησιας


Acts 14    Choose Book & Chapter    Acts 16

The Nestle-Aland text ("Novum Testamentum Graece"), which is now in the 27th edition, is the authoritative Greek text used by most Bible translators, scholars, and seminaries. The same text is also used in the United Bible Society's Greek New Testament, 4th edition. This text underlies most modern English translations since 1881, including the New American Standard and New International Versions.

Certain words within the text proper are enclosed in square brackets [ ] or double brackets [[ ]]. These reflect those places where the critical text editors consider the inclusion or omission of such text to be in question.

You can also refer to the Westcott-Hort and Scrivener texts. The Westcott-Hort text is also available showing variants from the Nestle-Aland text, and transliterated.

In order to display the Greek characters on this page correctly, you need a basic Unicode font.

Greek NT Nestle-Aland, 27th edition of the New Testament. This electronic text is derived from a public domain version of the Westcott-Hort Greek New Testament of 1881 with NA27 variant readings.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.