Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Greek NT Nestle-Aland 27
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Greek NT Nestle-Aland 27, 1 Peter 4

1   χριστου ουν παθοντος σαρκι και υμεις την αυτην εννοιαν οπλισασθε οτι ο παθων σαρκι πεπαυται αμαρτιας

2   εις το μηκετι ανθρωπων επιθυμιαις αλλα θεληματι θεου τον επιλοιπον εν σαρκι βιωσαι χρονον

3   αρκετος γαρ ο παρεληλυθως χρονος το βουλημα των εθνων κατειργασθαι πεπορευμενους εν ασελγειαις επιθυμιαις οινοφλυγιαις κωμοις ποτοις και αθεμιτοις ειδωλολατριαις

4   εν ω ξενιζονται μη συντρεχοντων υμων εις την αυτην της ασωτιας αναχυσιν βλασφημουντες

5   οι αποδωσουσιν λογον τω ετοιμως εχοντι κριναι ζωντας και νεκρους

6   εις τουτο γαρ και νεκροις ευηγγελισθη ινα κριθωσιν μεν κατα ανθρωπους σαρκι ζωσιν δε κατα θεον πνευματι

7   παντων δε το τελος ηγγικεν σωφρονησατε ουν και νηψατε εις προσευχας

8   προ παντων την εις εαυτους αγαπην εκτενη εχοντες οτι αγαπη καλυπτει πληθος αμαρτιων

9   φιλοξενοι εις αλληλους ανευ γογγυσμου

10  εκαστος καθως ελαβεν χαρισμα εις εαυτους αυτο διακονουντες ως καλοι οικονομοι ποικιλης χαριτος θεου

11  ει τις λαλει ως λογια θεου ει τις διακονει ως εξ ισχυος ης χορηγει ο θεος ινα εν πασιν δοξαζηται ο θεος δια ιησου χριστου ω εστιν η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην

12  αγαπητοι μη ξενιζεσθε τη εν υμιν πυρωσει προς πειρασμον υμιν γινομενη ως ξενου υμιν συμβαινοντος

13  αλλα καθο κοινωνειτε τοις του χριστου παθημασιν χαιρετε ινα και εν τη αποκαλυψει της δοξης αυτου χαρητε αγαλλιωμενοι

14  ει ονειδιζεσθε εν ονοματι χριστου μακαριοι οτι το της δοξης και το του θεου πνευμα εφ υμας αναπαυεται

15  μη γαρ τις υμων πασχετω ως φονευς η κλεπτης η κακοποιος η ως αλλοτριεπισκοπος

16  ει δε ως χριστιανος μη αισχυνεσθω δοξαζετω δε τον θεον εν τω ονοματι τουτω

17  οτι [ο] καιρος του αρξασθαι το κριμα απο του οικου του θεου ει δε πρωτον αφ ημων τι το τελος των απειθουντων τω του θεου ευαγγελιω

18  και ει ο δικαιος μολις σωζεται ο ασεβης και αμαρτωλος που φανειται

19  ωστε και οι πασχοντες κατα το θελημα του θεου πιστω κτιστη παρατιθεσθωσαν τας ψυχας αυτων εν αγαθοποιια


1 Peter 3    Choose Book & Chapter    1 Peter 5

The Nestle-Aland text ("Novum Testamentum Graece"), which is now in the 27th edition, is the authoritative Greek text used by most Bible translators, scholars, and seminaries. The same text is also used in the United Bible Society's Greek New Testament, 4th edition. This text underlies most modern English translations since 1881, including the New American Standard and New International Versions.

Certain words within the text proper are enclosed in square brackets [ ] or double brackets [[ ]]. These reflect those places where the critical text editors consider the inclusion or omission of such text to be in question.

You can also refer to the Westcott-Hort and Scrivener texts. The Westcott-Hort text is also available showing variants from the Nestle-Aland text, and transliterated.

In order to display the Greek characters on this page correctly, you need a basic Unicode font.

Greek NT Nestle-Aland, 27th edition of the New Testament. This electronic text is derived from a public domain version of the Westcott-Hort Greek New Testament of 1881 with NA27 variant readings.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.