Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Greek NT WH with NA27 variants
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Greek NT WH with NA27 variants, Matthew 2

1   του δε ιησου γεννηθεντος εν βηθλεεμ της ιουδαιας εν ημεραις ηρωδου του βασιλεως ιδου μαγοι απο ανατολων παρεγενοντο εις ιεροσολυμα

2   λεγοντες που εστιν ο τεχθεις βασιλευς των ιουδαιων ειδομεν γαρ αυτου τον αστερα εν τη ανατολη και ηλθομεν προσκυνησαι αυτω

3   ακουσας δε ο βασιλευς ηρωδης εταραχθη και πασα ιεροσολυμα μετ αυτου

4   και συναγαγων παντας τους αρχιερεις και γραμματεις του λαου επυνθανετο παρ αυτων που ο χριστος γενναται

5   οι δε ειπαν αυτω εν βηθλεεμ της ιουδαιας ουτως γαρ γεγραπται δια του προφητου

6   και συ βηθλεεμ γη ιουδα ουδαμως ελαχιστη ει εν τοις ηγεμοσιν ιουδα εκ σου γαρ εξελευσεται ηγουμενος οστις ποιμανει τον λαον μου τον ισραηλ

7   τοτε ηρωδης λαθρα καλεσας τους μαγους ηκριβωσεν παρ αυτων τον χρονον του φαινομενου αστερος

8   και πεμψας αυτους εις βηθλεεμ ειπεν πορευθεντες εξετασατε ακριβως περι του παιδιου επαν δε ευρητε απαγγειλατε μοι οπως καγω ελθων προσκυνησω αυτω

9   οι δε ακουσαντες του βασιλεως επορευθησαν και ιδου ο αστηρ ον ειδον εν τη ανατολη προηγεν αυτους εως ελθων εσταθη επανω ου ην το παιδιον

10  ιδοντες δε τον αστερα εχαρησαν χαραν μεγαλην σφοδρα

11  και ελθοντες εις την οικιαν ειδον το παιδιον μετα μαριας της μητρος αυτου και πεσοντες προσεκυνησαν αυτω και ανοιξαντες τους θησαυρους αυτων προσηνεγκαν αυτω δωρα χρυσον και λιβανον και σμυρναν

12  και χρηματισθεντες κατ οναρ μη ανακαμψαι προς ηρωδην δι αλλης οδου ανεχωρησαν εις την χωραν αυτων

13  αναχωρησαντων δε αυτων ιδου αγγελος κυριου φαινεται κατ οναρ τω ιωσηφ λεγων εγερθεις παραλαβε το παιδιον και την μητερα αυτου και φευγε εις αιγυπτον και ισθι εκει εως αν ειπω σοι μελλει γαρ ηρωδης ζητειν το παιδιον του απολεσαι αυτο

14  ο δε εγερθεις παρελαβεν το παιδιον και την μητερα αυτου νυκτος και ανεχωρησεν εις αιγυπτον

15  και ην εκει εως της τελευτης ηρωδου ινα πληρωθη το ρηθεν υπο κυριου δια του προφητου λεγοντος εξ αιγυπτου εκαλεσα τον υιον μου

16  τοτε ηρωδης ιδων οτι ενεπαιχθη υπο των μαγων εθυμωθη λιαν και αποστειλας ανειλεν παντας τους παιδας τους εν βηθλεεμ και εν πασιν τοις οριοις αυτης απο διετους και κατωτερω κατα τον χρονον ον ηκριβωσεν παρα των μαγων

17  τοτε επληρωθη το ρηθεν δια ιερεμιου του προφητου λεγοντος

18  φωνη εν ραμα ηκουσθη κλαυθμος και οδυρμος πολυς ραχηλ κλαιουσα τα τεκνα αυτης και ουκ ηθελεν παρακληθηναι οτι ουκ εισιν

19  τελευτησαντος δε του ηρωδου ιδου αγγελος κυριου φαινεται κατ οναρ τω ιωσηφ εν αιγυπτω

20  λεγων εγερθεις παραλαβε το παιδιον και την μητερα αυτου και πορευου εις γην ισραηλ τεθνηκασιν γαρ οι ζητουντες την ψυχην του παιδιου

21  ο δε εγερθεις παρελαβεν το παιδιον και την μητερα αυτου και εισηλθεν εις γην ισραηλ

22  ακουσας δε οτι αρχελαος βασιλευει της ιουδαιας αντι του πατρος αυτου ηρωδου εφοβηθη εκει απελθειν χρηματισθεις δε κατ οναρ ανεχωρησεν εις τα μερη της γαλιλαιας

23  και ελθων κατωκησεν εις πολιν λεγομενην ναζαρετ οπως πληρωθη το ρηθεν δια των προφητων οτι ναζωραιος κληθησεται


Matthew 1    Choose Book & Chapter    Matthew 3

The Westcott-Hort text of Greek New Testament (1881) reflects the contents of the oldest Greek manuscripts, which had been recently discovered. This text directly affected the Nestle-Aland edition of the Greek New Testament. The Nestle-Aland text ("Novum Testamentum Graece") is the authoritative Greek text used by most Bible translators, scholars, and seminaries. The same text is also used in the United Bible Society's Greek New Testament, 4th edition. This text underlies most modern English translations since 1881, including the New American Standard and New International Versions.

Variants between the Westcott-Hort text and the Nestle Aland 27th edition are shown as:
{WH: Refers to Westcott-Hort} {NA: Refers to Nestle-Aland 27th/UBS4}

Certain words within the text proper are enclosed in square brackets [ ] or double brackets [[ ]]. These reflect those places where the critical text editors consider the inclusion or omission of such text to be in question.

You can also refer directly to the Nestle-Aland 27, Westcott-Hort and Scrivener texts. The Westcott-Hort text is also available transliterated.

In order to display the Greek characters on this page correctly, you need a basic Unicode font.

Greek NT Westcott-Hort, 1881, with Nestle-Aland variants. Public Domain. This electronic text is derived from a public domain version of the Westcott-Hort Greek New Testament of 1881 with NA27 variant readings.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2020. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.