Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Greek NT Westcott-Hort
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Greek NT Westcott-Hort, 1 Peter 4

1   χριστου ουν παθοντος σαρκι και υμεις την αυτην εννοιαν οπλισασθε οτι ο παθων σαρκι πεπαυται αμαρτιαις

2   εις το μηκετι ανθρωπων επιθυμιαις αλλα θεληματι θεου τον επιλοιπον εν σαρκι βιωσαι χρονον

3   αρκετος γαρ ο παρεληλυθως χρονος το βουλημα των εθνων κατειργασθαι πεπορευμενους εν ασελγειαις επιθυμιαις οινοφλυγιαις κωμοις ποτοις και αθεμιτοις ειδωλολατριαις

4   εν ω ξενιζονται μη συντρεχοντων υμων εις την αυτην της ασωτιας αναχυσιν βλασφημουντες

5   οι αποδωσουσιν λογον τω ετοιμως κρινοντι ζωντας και νεκρους

6   εις τουτο γαρ και νεκροις ευηγγελισθη ινα κριθωσιν μεν κατα ανθρωπους σαρκι ζωσιν δε κατα θεον πνευματι

7   παντων δε το τελος ηγγικεν σωφρονησατε ουν και νηψατε εις προσευχας

8   προ παντων την εις εαυτους αγαπην εκτενη εχοντες οτι αγαπη καλυπτει πληθος αμαρτιων

9   φιλοξενοι εις αλληλους ανευ γογγυσμου

10  εκαστος καθως ελαβεν χαρισμα εις εαυτους αυτο διακονουντες ως καλοι οικονομοι ποικιλης χαριτος θεου

11  ει τις λαλει ως λογια θεου ει τις διακονει ως εξ ισχυος ης χορηγει ο θεος ινα εν πασιν δοξαζηται ο θεος δια ιησου χριστου ω εστιν η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην

12  αγαπητοι μη ξενιζεσθε τη εν υμιν πυρωσει προς πειρασμον υμιν γινομενη ως ξενου υμιν συμβαινοντος

13  αλλα καθο κοινωνειτε τοις του χριστου παθημασιν χαιρετε ινα και εν τη αποκαλυψει της δοξης αυτου χαρητε αγαλλιωμενοι

14  ει ονειδιζεσθε εν ονοματι χριστου μακαριοι οτι το της δοξης και το του θεου πνευμα εφ υμας αναπαυεται

15  μη γαρ τις υμων πασχετω ως φονευς η κλεπτης η κακοποιος η ως αλλοτριεπισκοπος

16  ει δε ως χριστιανος μη αισχυνεσθω δοξαζετω δε τον θεον εν τω ονοματι τουτω

17  οτι [ο] καιρος του αρξασθαι το κριμα απο του οικου του θεου ει δε πρωτον αφ ημων τι το τελος των απειθουντων τω του θεου ευαγγελιω

18  και ει ο δικαιος μολις σωζεται ο [δε] ασεβης και αμαρτωλος που φανειται

19  ωστε και οι πασχοντες κατα το θελημα του θεου πιστω κτιστη παρατιθεσθωσαν τας ψυχας εν αγαθοποιια


1 Peter 3    Choose Book & Chapter    1 Peter 5

The Westcott-Hort text of Greek New Testament ("The New Testament in the Original Greek") was presented to the world by Brooke Foss Westcott and Fenton John Anthony Hort in 1881 after about twenty-eight years of labour. It particularly reflects the variations of the oldest Greek manuscripts, which had been recently discovered. This text is the basis for most translations today and directly affected the Nestle/Aland edition of the Greek New Testament.

Certain words within the text proper are enclosed in square brackets [ ] or double brackets [[ ]]. These reflect those places where the critical text editors consider the inclusion or omission of such text to be in question.

You can also refer to the Nestle-Aland 27 and Scrivener texts. The Westcott-Hort text is also available showing variants from the Nestle-Aland text, and transliterated.

In order to display the Greek characters on this page correctly, you need a basic Unicode font.

Greek NT Westcott-Hort, 1881. Public Domain.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.