Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Greek OT (Septuagint)
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Greek OT (Septuagint), 2 Samuel 20

1   και εκει επικαλουμενος υιος παρανομος και ονομα αυτω σαβεε υιος βοχορι ανηρ ο ιεμενι και εσαλπισεν εν τη κερατινη και ειπεν ουκ εστιν ημιν μερις εν δαυιδ ουδε κληρονομια ημιν εν τω υιω ιεσσαι ανηρ εις τα σκηνωματα σου ισραηλ

2   και ανεβη πας ανηρ ισραηλ απο οπισθεν δαυιδ οπισω σαβεε υιου βοχορι και ανηρ ιουδα εκολληθη τω βασιλει αυτων απο του ιορδανου και εως ιερουσαλημ

3   και εισηλθεν δαυιδ εις τον οικον αυτου εις ιερουσαλημ και ελαβεν ο βασιλευς τας δεκα γυναικας τας παλλακας αυτου ας αφηκεν φυλασσειν τον οικον και εδωκεν αυτας εν οικω φυλακης και διεθρεψεν αυτας και προς αυτας ουκ εισηλθεν και ησαν συνεχομεναι εως ημερας θανατου αυτων χηραι ζωσαι

4   και ειπεν ο βασιλευς προς αμεσσαι βοησον μοι τον ανδρα ιουδα τρεις ημερας συ δε αυτου στηθι

5   και επορευθη αμεσσαι του βοησαι τον ιουδαν και εχρονισεν απο του καιρου ου εταξατο αυτω δαυιδ

6   και ειπεν δαυιδ προς αβεσσα νυν κακοποιησει ημας σαβεε υιος βοχορι υπερ αβεσσαλωμ και νυν συ λαβε μετα σεαυτου τους παιδας του κυριου σου και καταδιωξον οπισω αυτου μηποτε εαυτω ευρη πολεις οχυρας και σκιασει τους οφθαλμους ημων

7   και εξηλθον οπισω αυτου οι ανδρες ιωαβ και ο χερεθθι και ο φελεθθι και παντες οι δυνατοι και εξηλθαν εξ ιερουσαλημ διωξαι οπισω σαβεε υιου βοχορι

8   και αυτοι παρα τω λιθω τω μεγαλω τω εν γαβαων και αμεσσαι εισηλθεν εμπροσθεν αυτων και ιωαβ περιεζωσμενος μανδυαν το ενδυμα αυτου και επ' αυτω περιεζωσμενος μαχαιραν εζευγμενην επι της οσφυος αυτου εν κολεω αυτης και η μαχαιρα εξηλθεν και επεσεν

9   και ειπεν ιωαβ τω αμεσσαι ει υγιαινεις συ αδελφε και εκρατησεν η χειρ η δεξια ιωαβ του πωγωνος αμεσσαι του καταφιλησαι αυτον

10  και αμεσσαι ουκ εφυλαξατο την μαχαιραν την εν τη χειρι ιωαβ και επαισεν αυτον εν αυτη ιωαβ εις την ψοαν και εξεχυθη η κοιλια αυτου εις την γην και ουκ εδευτερωσεν αυτω και απεθανεν και ιωαβ και αβεσσα ο αδελφος αυτου εδιωξεν οπισω σαβεε υιου βοχορι

11  και ανηρ εστη επ' αυτον των παιδαριων ιωαβ και ειπεν τις ο βουλομενος ιωαβ και τις του δαυιδ οπισω ιωαβ

12  και αμεσσαι πεφυρμενος εν τω αιματι εν μεσω της τριβου και ειδεν ο ανηρ οτι ειστηκει πας ο λαος και απεστρεψεν τον αμεσσαι εκ της τριβου εις αγρον και επερριψεν επ' αυτον ιματιον καθοτι ειδεν παντα τον ερχομενον επ' αυτον εστηκοτα

13  ηνικα δε εφθασεν εκ της τριβου παρηλθεν πας ανηρ ισραηλ οπισω ιωαβ του διωξαι οπισω σαβεε υιου βοχορι

14  και διηλθεν εν πασαις φυλαις ισραηλ εις αβελ και εις βαιθμαχα και παντες εν χαρρι και εξεκκλησιασθησαν και ηλθον κατοπισθεν αυτου

15  και παρεγενηθησαν και επολιορκουν επ' αυτον την αβελ και την βαιθμαχα και εξεχεαν προσχωμα προς την πολιν και εστη εν τω προτειχισματι και πας ο λαος ο μετα ιωαβ ενοουσαν καταβαλειν το τειχος

16  και εβοησεν γυνη σοφη εκ του τειχους και ειπεν ακουσατε ακουσατε ειπατε δη προς ιωαβ εγγισον εως ωδε και λαλησω προς αυτον

17  και προσηγγισεν προς αυτην και ειπεν η γυνη ει συ ει ιωαβ ο δε ειπεν εγω ειπεν δε αυτω ακουσον τους λογους της δουλης σου και ειπεν ιωαβ ακουω εγω ειμι

18  και ειπεν λεγουσα λογον ελαλησαν εν πρωτοις λεγοντες ηρωτημενος ηρωτηθη εν τη αβελ και εν δαν ει εξελιπον α εθεντο οι πιστοι του ισραηλ ερωτωντες επερωτησουσιν εν αβελ και ουτως ει εξελιπον

19  εγω ειμι ειρηνικα των στηριγματων ισραηλ συ δε ζητεις θανατωσαι πολιν και μητροπολιν εν ισραηλ ινα τι καταποντιζεις κληρονομιαν κυριου

20  και απεκριθη ιωαβ και ειπεν ιλεως μοι ιλεως μοι ει καταποντιω και ει διαφθερω

21  ουχ ουτος ο λογος οτι ανηρ εξ ορους εφραιμ σαβεε υιος βοχορι ονομα αυτου και επηρεν την χειρα αυτου επι τον βασιλεα δαυιδ δοτε αυτον μοι μονον και απελευσομαι απανωθεν της πολεως και ειπεν η γυνη προς ιωαβ ιδου η κεφαλη αυτου ριφησεται προς σε δια του τειχους

22  και εισηλθεν η γυνη προς παντα τον λαον και ελαλησεν προς πασαν την πολιν εν τη σοφια αυτης και αφειλεν την κεφαλην σαβεε υιου βοχορι και εβαλεν προς ιωαβ και εσαλπισεν εν κερατινη και διεσπαρησαν απο της πολεως ανηρ εις τα σκηνωματα αυτου και ιωαβ απεστρεψεν εις ιερουσαλημ προς τον βασιλεα

23  και ιωαβ προς παση τη δυναμει ισραηλ και βαναιας υιος ιωδαε επι του χερεθθι και επι του φελεθθι

24  και αδωνιραμ επι του φορου και ιωσαφατ υιος αχιλουθ αναμιμνησκων

25  και σουσα γραμματευς και σαδωκ και αβιαθαρ ιερεις

26  και γε ιρας ο ιαριν ην ιερευς του δαυιδ


2 Samuel 19    Choose Book & Chapter    2 Samuel 21

Septuagint (often abbreviated LXX) is the name given to the Greek translation of the Jewish Scriptures. The Septuagint has its origin in Alexandria, Egypt and was translated between 300-200 BC. Widely used among Hellenistic Jews, this Greek translation was produced because many Jews spread throughout the empire were beginning to lose their Hebrew language. According to an ancient document called the Letter of Aristeas, it is believed that 70 to 72 Jewish scholars were commissioned during the reign of Ptolemy Philadelphus to carry out the task of translation. The term "Septuagint" means seventy in Latin, and the text is so named to the credit of these 70 scholars.

In order to display the Greek characters on this page correctly, you need a basic Unicode font.

Greek Old Testament (Septuagint). Public Domain.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.