Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Greek OT (Septuagint)
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Greek OT (Septuagint), Job 14

1   βροτος γαρ γεννητος γυναικος ολιγοβιος και πληρης οργης

2   η ωσπερ ανθος ανθησαν εξεπεσεν απεδρα δε ωσπερ σκια και ου μη στη

3   ουχι και τουτου λογον εποιησω και τουτον εποιησας εισελθειν εν κριματι ενωπιον σου

4   τις γαρ καθαρος εσται απο ρυπου αλλ' ουθεις

5   εαν και μια ημερα ο βιος αυτου επι της γης αριθμητοι δε μηνες αυτου παρα σοι εις χρονον εθου και ου μη υπερβη

6   αποστα απ' αυτου ινα ησυχαση και ευδοκηση τον βιον ωσπερ ο μισθωτος

7   εστιν γαρ δενδρω ελπις εαν γαρ εκκοπη ετι επανθησει και ο ραδαμνος αυτου ου μη εκλιπη

8   εαν γαρ γηραση εν γη η ριζα αυτου εν δε πετρα τελευτηση το στελεχος αυτου

9   απο οσμης υδατος ανθησει ποιησει δε θερισμον ωσπερ νεοφυτον

10  ανηρ δε τελευτησας ωχετο πεσων δε βροτος ουκετι εστιν

11  χρονω γαρ σπανιζεται θαλασσα ποταμος δε ερημωθεις εξηρανθη

12  ανθρωπος δε κοιμηθεις ου μη αναστη εως αν ο ουρανος ου μη συρραφη και ουκ εξυπνισθησονται εξ υπνου αυτων

13  ει γαρ οφελον εν αδη με εφυλαξας εκρυψας δε με εως αν παυσηται σου η οργη και ταξη μοι χρονον εν ω μνειαν μου ποιηση

14  εαν γαρ αποθανη ανθρωπος ζησεται συντελεσας ημερας του βιου αυτου υπομενω εως αν παλιν γενωμαι

15  ειτα καλεσεις εγω δε σοι υπακουσομαι τα δε εργα των χειρων σου μη αποποιου

16  ηριθμησας δε μου τα επιτηδευματα και ου μη παρελθη σε ουδεν των αμαρτιων μου

17  εσφραγισας δε μου τας ανομιας εν βαλλαντιω επεσημηνω δε ει τι ακων παρεβην

18  και πλην ορος πιπτον διαπεσειται και πετρα παλαιωθησεται εκ του τοπου αυτης

19  λιθους ελεαναν υδατα και κατεκλυσεν υδατα υπτια του χωματος της γης και υπομονην ανθρωπου απωλεσας

20  ωσας αυτον εις τελος και ωχετο επεστησας αυτω το προσωπον και εξαπεστειλας

21  πολλων δε γενομενων των υιων αυτου ουκ οιδεν εαν δε ολιγοι γενωνται ουκ επισταται

22  αλλ' η αι σαρκες αυτου ηλγησαν η δε ψυχη αυτου επενθησεν


Job 13    Choose Book & Chapter    Job 15

Septuagint (often abbreviated LXX) is the name given to the Greek translation of the Jewish Scriptures. The Septuagint has its origin in Alexandria, Egypt and was translated between 300-200 BC. Widely used among Hellenistic Jews, this Greek translation was produced because many Jews spread throughout the empire were beginning to lose their Hebrew language. According to an ancient document called the Letter of Aristeas, it is believed that 70 to 72 Jewish scholars were commissioned during the reign of Ptolemy Philadelphus to carry out the task of translation. The term "Septuagint" means seventy in Latin, and the text is so named to the credit of these 70 scholars.

In order to display the Greek characters on this page correctly, you need a basic Unicode font.

Greek Old Testament (Septuagint). Public Domain.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.