Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Greek OT (Septuagint)
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Greek OT (Septuagint), Job 31

1   διαθηκην εθεμην τοις οφθαλμοις μου και ου συνησω επι παρθενον

2   και τι εμερισεν ο θεος απανωθεν και κληρονομια ικανου εξ υψιστων

3   ουχι απωλεια τω αδικω και απαλλοτριωσις τοις ποιουσιν ανομιαν

4   ουχι αυτος οψεται οδον μου και παντα τα διαβηματα μου εξαριθμησεται

5   ει δε ημην πεπορευμενος μετα γελοιαστων ει δε και εσπουδασεν ο πους μου εις δολον

6   ισταιη με αρα εν ζυγω δικαιω οιδεν δε ο κυριος την ακακιαν μου

7   ει εξεκλινεν ο πους μου εκ της οδου ει δε και τω οφθαλμω επηκολουθησεν η καρδια μου ει δε και ταις χερσιν μου ηψαμην δωρων

8   σπειραιμι αρα και αλλοι φαγοισαν αρριζος δε γενοιμην επι γης

9   ει εξηκολουθησεν η καρδια μου γυναικι ανδρος ετερου ει και εγκαθετος εγενομην επι θυραις αυτης

10  αρεσαι αρα και η γυνη μου ετερω τα δε νηπια μου ταπεινωθειη

11  θυμος γαρ οργης ακατασχετος το μιαναι ανδρος γυναικα

12  πυρ γαρ εστιν καιομενον επι παντων των μερων ου δ' αν επελθη εκ ριζων απωλεσεν

13  ει δε και εφαυλισα κριμα θεραποντος μου η θεραπαινης κρινομενων αυτων προς με

14  τι γαρ ποιησω εαν ετασιν μου ποιησηται ο κυριος εαν δε και επισκοπην τινα αποκρισιν ποιησομαι

15  ποτερον ουχ ως και εγω εγενομην εν γαστρι και εκεινοι γεγονασιν γεγοναμεν δε εν τη αυτη κοιλια

16  αδυνατοι δε χρειαν ην ποτ' ειχον ουκ απετυχον χηρας δε τον οφθαλμον ουκ εξετηξα

17  ει δε και τον ψωμον μου εφαγον μονος και ουχι ορφανω μετεδωκα

18  οτι εκ νεοτητος μου εξετρεφον ως πατηρ και εκ γαστρος μητρος μου ωδηγησα

19  ει δε και υπερειδον γυμνον απολλυμενον και ουκ ημφιασα

20  αδυνατοι δε ει μη ευλογησαν με απο δε κουρας αμνων μου εθερμανθησαν οι ωμοι αυτων

21  ει επηρα ορφανω χειρα πεποιθως οτι πολλη μοι βοηθεια περιεστιν

22  αποσταιη αρα ο ωμος μου απο της κλειδος ο δε βραχιων μου απο του αγκωνος μου συντριβειη

23  φοβος γαρ κυριου συνεσχεν με και απο του λημματος αυτου ουχ υποισω

24  ει εταξα χρυσιον ισχυν μου ει δε και λιθω πολυτελει επεποιθησα

25  ει δε και ευφρανθην πολλου πλουτου μοι γενομενου ει δε και επ' αναριθμητοις εθεμην χειρα μου

26  η ουχ ορω μεν ηλιον τον επιφαυσκοντα εκλειποντα σεληνην δε φθινουσαν ου γαρ επ' αυτοις εστιν

27  και ει ηπατηθη λαθρα η καρδια μου ει δε και χειρα μου επιθεις επι στοματι μου εφιλησα

28  και τουτο μοι αρα ανομια η μεγιστη λογισθειη οτι εψευσαμην εναντιον κυριου του υψιστου

29  ει δε και επιχαρης εγενομην πτωματι εχθρων μου και ειπεν η καρδια μου ευγε

30  ακουσαι αρα το ους μου την καταραν μου θρυληθειην δε αρα υπο λαου μου κακουμενος

31  ει δε και πολλακις ειπον αι θεραπαιναι μου τις αν δωη ημιν των σαρκων αυτου πλησθηναι λιαν μου χρηστου οντος

32  εξω δε ουκ ηυλιζετο ξενος η δε θυρα μου παντι ελθοντι ανεωκτο

33  ει δε και αμαρτων ακουσιως εκρυψα την αμαρτιαν μου

34  ου γαρ διετραπην πολυοχλιαν πληθους του μη εξαγορευσαι ενωπιον αυτων ει δε και ειασα αδυνατον εξελθειν θυραν μου κολπω κενω

35  τις δωη ακουοντα μου χειρα δε κυριου ει μη εδεδοικειν συγγραφην δε ην ειχον κατα τινος

36  επ' ωμοις αν περιθεμενος στεφανον ανεγινωσκον

37  και ει μη ρηξας αυτην απεδωκα ουθεν λαβων παρα χρεοφειλετου

38  ει επ' εμοι ποτε η γη εστεναξεν ει δε και οι αυλακες αυτης εκλαυσαν ομοθυμαδον

39  ει δε και την ισχυν αυτης εφαγον μονος ανευ τιμης ει δε και ψυχην κυριου της γης εκβαλων ελυπησα

40  αντι πυρου αρα εξελθοι μοι κνιδη αντι δε κριθης βατος και επαυσατο ιωβ ρημασιν


Job 30    Choose Book & Chapter    Job 32

Septuagint (often abbreviated LXX) is the name given to the Greek translation of the Jewish Scriptures. The Septuagint has its origin in Alexandria, Egypt and was translated between 300-200 BC. Widely used among Hellenistic Jews, this Greek translation was produced because many Jews spread throughout the empire were beginning to lose their Hebrew language. According to an ancient document called the Letter of Aristeas, it is believed that 70 to 72 Jewish scholars were commissioned during the reign of Ptolemy Philadelphus to carry out the task of translation. The term "Septuagint" means seventy in Latin, and the text is so named to the credit of these 70 scholars.

In order to display the Greek characters on this page correctly, you need a basic Unicode font.

Greek Old Testament (Septuagint). Public Domain.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.