Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Greek OT (Septuagint)
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Greek OT (Septuagint), Jeremiah 9

1   τις δωη μοι εν τη ερημω σταθμον εσχατον και καταλειψω τον λαον μου και απελευσομαι απ' αυτων οτι παντες μοιχωνται συνοδος αθετουντων

2   και ενετειναν την γλωσσαν αυτων ως τοξον ψευδος και ου πιστις ενισχυσεν επι της γης οτι εκ κακων εις κακα εξηλθοσαν και εμε ουκ εγνωσαν

3   εκαστος απο του πλησιον αυτου φυλαξασθε και επ' αδελφοις αυτων μη πεποιθατε οτι πας αδελφος πτερνη πτερνιει και πας φιλος δολιως πορευσεται

4   εκαστος κατα του φιλου αυτου καταπαιξεται αληθειαν ου μη λαλησωσιν μεμαθηκεν η γλωσσα αυτων λαλειν ψευδη ηδικησαν και ου διελιπον του επιστρεψαι

5   τοκος επι τοκω δολος επι δολω ουκ ηθελον ειδεναι με

6   δια τουτο ταδε λεγει κυριος ιδου εγω πυρωσω αυτους και δοκιμω αυτους οτι ποιησω απο προσωπου πονηριας θυγατρος λαου μου

7   βολις τιτρωσκουσα η γλωσσα αυτων δολια τα ρηματα του στοματος αυτων τω πλησιον αυτου λαλει ειρηνικα και εν εαυτω εχει την εχθραν

8   μη επι τουτοις ουκ επισκεψομαι λεγει κυριος η εν λαω τω τοιουτω ουκ εκδικησει η ψυχη μου

9   επι τα ορη λαβετε κοπετον και επι τας τριβους της ερημου θρηνον οτι εξελιπον παρα το μη ειναι ανθρωπους ουκ ηκουσαν φωνην υπαρξεως απο πετεινων του ουρανου και εως κτηνων εξεστησαν ωχοντο

10  και δωσω την ιερουσαλημ εις μετοικιαν και εις κατοικητηριον δρακοντων και τας πολεις ιουδα εις αφανισμον θησομαι παρα το μη κατοικεισθαι

11  τις ο ανθρωπος ο συνετος και συνετω τουτο και ω λογος στοματος κυριου προς αυτον αναγγειλατω υμιν ενεκεν τινος απωλετο η γη ανηφθη ως ερημος παρα το μη διοδευεσθαι αυτην

12  και ειπεν κυριος προς με δια το εγκαταλιπειν αυτους τον νομον μου ον εδωκα προ προσωπου αυτων και ουκ ηκουσαν της φωνης μου

13  αλλ' επορευθησαν οπισω των αρεστων της καρδιας αυτων της κακης και οπισω των ειδωλων α εδιδαξαν αυτους οι πατερες αυτων

14  δια τουτο ταδε λεγει κυριος ο θεος ισραηλ ιδου εγω ψωμιω αυτους αναγκας και ποτιω αυτους υδωρ χολης

15  και διασκορπιω αυτους εν τοις εθνεσιν εις ους ουκ εγινωσκον αυτοι και οι πατερες αυτων και επαποστελω επ' αυτους την μαχαιραν εως του εξαναλωσαι αυτους εν αυτη

16  ταδε λεγει κυριος καλεσατε τας θρηνουσας και ελθετωσαν και προς τας σοφας αποστειλατε και φθεγξασθωσαν

17  και λαβετωσαν εφ' υμας θρηνον και καταγαγετωσαν οι οφθαλμοι υμων δακρυα και τα βλεφαρα υμων ρειτω υδωρ

18  οτι φωνη οικτου ηκουσθη εν σιων πως εταλαιπωρησαμεν κατησχυνθημεν σφοδρα οτι εγκατελιπομεν την γην και απερριψαμεν τα σκηνωματα ημων

19  ακουσατε δη γυναικες λογον θεου και δεξασθω τα ωτα υμων λογους στοματος αυτου και διδαξατε τας θυγατερας υμων οικτον και γυνη την πλησιον αυτης θρηνον

20  οτι ανεβη θανατος δια των θυριδων υμων εισηλθεν εις την γην υμων του εκτριψαι νηπια εξωθεν και νεανισκους απο των πλατειων

21  και εσονται οι νεκροι των ανθρωπων εις παραδειγμα επι προσωπου του πεδιου της γης υμων και ως χορτος οπισω θεριζοντος και ουκ εσται ο συναγων

22  ταδε λεγει κυριος μη καυχασθω ο σοφος εν τη σοφια αυτου και μη καυχασθω ο ισχυρος εν τη ισχυι αυτου και μη καυχασθω ο πλουσιος εν τω πλουτω αυτου

23  αλλ' η εν τουτω καυχασθω ο καυχωμενος συνιειν και γινωσκειν οτι εγω ειμι κυριος ποιων ελεος και κριμα και δικαιοσυνην επι της γης οτι εν τουτοις το θελημα μου λεγει κυριος

24  ιδου ημεραι ερχονται λεγει κυριος και επισκεψομαι επι παντας περιτετμημενους ακροβυστιας αυτων

25  επ' αιγυπτον και επι την ιουδαιαν και επι εδωμ και επι υιους αμμων και επι υιους μωαβ και επι παντα περικειρομενον τα κατα προσωπον αυτου τους κατοικουντας εν τη ερημω οτι παντα τα εθνη απεριτμητα σαρκι και πας οικος ισραηλ απεριτμητοι καρδιας αυτων


Jeremiah 8    Choose Book & Chapter    Jeremiah 10

Septuagint (often abbreviated LXX) is the name given to the Greek translation of the Jewish Scriptures. The Septuagint has its origin in Alexandria, Egypt and was translated between 300-200 BC. Widely used among Hellenistic Jews, this Greek translation was produced because many Jews spread throughout the empire were beginning to lose their Hebrew language. According to an ancient document called the Letter of Aristeas, it is believed that 70 to 72 Jewish scholars were commissioned during the reign of Ptolemy Philadelphus to carry out the task of translation. The term "Septuagint" means seventy in Latin, and the text is so named to the credit of these 70 scholars.

In order to display the Greek characters on this page correctly, you need a basic Unicode font.

Greek Old Testament (Septuagint). Public Domain.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.