Free Christian classic ebooks for you to download:
Browse books now

Multilingual Online Bible


Greek OT (Septuagint)
Type your search text here






Choose a Bible


Select book or range
Chapter


Greek OT (Septuagint), Hosea 5

1   ακουσατε ταυτα οι ιερεις και προσεχετε οικος ισραηλ και ο οικος του βασιλεως ενωτιζεσθε διοτι προς υμας εστιν το κριμα οτι παγις εγενηθητε τη σκοπια και ως δικτυον εκτεταμενον επι το ιταβυριον

2   ο οι αγρευοντες την θηραν κατεπηξαν εγω δε παιδευτης υμων

3   εγω εγνων τον εφραιμ και ισραηλ ουκ απεστιν απ' εμου διοτι νυν εξεπορνευσεν εφραιμ εμιανθη ισραηλ

4   ουκ εδωκαν τα διαβουλια αυτων του επιστρεψαι προς τον θεον αυτων οτι πνευμα πορνειας εν αυτοις εστιν τον δε κυριον ουκ επεγνωσαν

5   και ταπεινωθησεται η υβρις του ισραηλ εις προσωπον αυτου και ισραηλ και εφραιμ ασθενησουσιν εν ταις αδικιαις αυτων και ασθενησει και ιουδας μετ' αυτων

6   μετα προβατων και μοσχων πορευσονται του εκζητησαι τον κυριον και ου μη ευρωσιν αυτον οτι εξεκλινεν απ' αυτων

7   οτι τον κυριον εγκατελιπον οτι τεκνα αλλοτρια εγεννηθησαν αυτοις νυν καταφαγεται αυτους η ερυσιβη και τους κληρους αυτων

8   σαλπισατε σαλπιγγι επι τους βουνους ηχησατε επι των υψηλων κηρυξατε εν τω οικω ων εξεστη βενιαμιν

9   εφραιμ εις αφανισμον εγενετο εν ημεραις ελεγχου εν ταις φυλαις του ισραηλ εδειξα πιστα

10  εγενοντο οι αρχοντες ιουδα ως μετατιθεντες ορια επ' αυτους εκχεω ως υδωρ το ορμημα μου

11  κατεδυναστευσεν εφραιμ τον αντιδικον αυτου κατεπατησεν κριμα οτι ηρξατο πορευεσθαι οπισω των ματαιων

12  και εγω ως ταραχη τω εφραιμ και ως κεντρον τω οικω ιουδα

13  και ειδεν εφραιμ την νοσον αυτου και ιουδας την οδυνην αυτου και επορευθη εφραιμ προς ασσυριους και απεστειλεν πρεσβεις προς βασιλεα ιαριμ και αυτος ουκ ηδυνασθη ιασασθαι υμας και ου μη διαπαυση εξ υμων οδυνη

14  διοτι εγω ειμι ως πανθηρ τω εφραιμ και ως λεων τω οικω ιουδα και εγω αρπωμαι και πορευσομαι και λημψομαι και ουκ εσται ο εξαιρουμενος

15  πορευσομαι και επιστρεψω εις τον τοπον μου εως ου αφανισθωσιν και επιζητησουσιν το προσωπον μου εν θλιψει αυτων ορθριουσι προς με λεγοντες


Hosea 4    Choose Book & Chapter    Hosea 6

Septuagint (often abbreviated LXX) is the name given to the Greek translation of the Jewish Scriptures. The Septuagint has its origin in Alexandria, Egypt and was translated between 300-200 BC. Widely used among Hellenistic Jews, this Greek translation was produced because many Jews spread throughout the empire were beginning to lose their Hebrew language. According to an ancient document called the Letter of Aristeas, it is believed that 70 to 72 Jewish scholars were commissioned during the reign of Ptolemy Philadelphus to carry out the task of translation. The term "Septuagint" means seventy in Latin, and the text is so named to the credit of these 70 scholars.

In order to display the Greek characters on this page correctly, you need a basic Unicode font.

Greek Old Testament (Septuagint). Public Domain.


Licensed to Jesus Fellowship. All Rights reserved. (Script Ver 2.0.2)
© 2002-2021. Powered by BibleDatabase with enhancements from the Jesus Fellowship.